Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 30.33 | Dem. 30.36 (English) | >>Dem. 30.39 |
30.35ἐγὼ τοίνυν εἰδώς , ὦ ἄνδρες δικασταί , καὶ μετὰ τὴν δίκην τοῦτον εὐθὺς ἀποδεδεγμένον τὰ ἐκ τῆς οἰκίας τῆς Ἀφόβου χρήματα , καὶ κύριον τῶν τʼ ἐκείνου καὶ τῶν ἐμῶν ἁπάντων γεγενημένον , καὶ συνοικοῦσαν αὐτῷ τὴν γυναῖκα σαφῶς ἐπιστάμενος , τρεῖς θεραπαίνας ἐξῄτησʼ αὐτόν , αἳ συνοικοῦσάν τε τὴν γυναῖκʼ ᾔδεσαν καὶ τὰ χρήμαθʼ ὅτι παρὰ τούτοις ἦν , ἵνα μὴ λόγοι μόνον , ἀλλὰ καὶ βάσανοι περὶ αὐτῶν γίγνοιντο .
30.36οὗτος δʼ ἐμοῦ προκαλεσαμένου ταῦτα , καὶ πάντων τῶν παρόντων δίκαια λέγειν μʼ ἀποφηναμένων , οὐκ ἠθέλησεν εἰς τοῦτο τἀκριβὲς καταφυγεῖν , ἀλλʼ ὥσπερ ἑτέρων τινῶν ὄντων περὶ τῶν τοιούτων σαφεστέρων ἐλέγχων ἢ βασάνων καὶ μαρτυριῶν , οὔτε μάρτυρας παρεχόμενος τὴν προῖχʼ ὡς ἀπέδωκεν , οὔτʼ εἰς βάσανον ἐκδιδοὺς τὰς συνειδυίας περὶ τοῦ μὴ συνοικεῖν τὴν ἀδελφήν , ὅτι ταῦτʼ ἠξίουν , ὑβριστικῶς πάνυ καὶ προπηλακιστικῶς οὐκ εἴα μʼ αὑτῷ διαλέγεσθαι . τούτου γένοιτʼ ἄν τις σχετλιώτερος ἄνθρωπος , ἢ μᾶλλον ἑκὼν τὰ δίκαιʼ ἀγνοεῖν προσποιούμενος ; λαβὲ δʼ αὐτὴν τὴν πρόκλησιν καὶ ἀνάγνωθι .ὑμεῖς τοίνυν καὶ ἰδίᾳ καὶ δημοσίᾳ βάσανον ἀκριβεστάτην πασῶν <πίστεων > νομίζετε , καὶ ὅπου ἂν δοῦλοι καὶ ἐλεύθεροι παραγένωνται , δέῃ δʼ εὑρεθῆναι τὸ ζητούμενον , οὐ χρῆσθε ταῖς τῶν ἐλευθέρων μαρτυρίαις , ἀλλὰ τοὺς δούλους βασανίζοντες , οὕτω ζητεῖτε τὴν ἀλήθειαν εὑρεῖν . εἰκότως , ὦ ἄνδρες δικασταί · τῶν μὲν γὰρ μαρτυρησάντων ἤδη τινὲς οὐ τἀληθῆ μαρτυρῆσαι ἔδοξαν · τῶν δὲ βασανισθέντων οὐδένες πώποτʼ ἐξηλέγχθησαν , ὡς οὐκ ἀληθῆ τὰ ἐκ τῆς βασάνου εἶπον .
Πρόκλησις
30.37
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 30.33 | Dem. 30.36 (English) | >>Dem. 30.39 |